Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.78 Joseph. AJ 16.83 (English) >>Joseph. AJ 16.87

16.81τὸ δʼ οὐχ ὥσπερ ἐνόησεν ἀπέβη· τοῖς τε γὰρ παισὶν οὐ μετρίως ἐδόκει κεχρῆσθαι τῇ πρὸς αὐτοὺς ἐπηρείᾳ, καὶ δεινὸς ὢν τὸν τρόπον Ἀντίπατρος, ἐπειδὴ παρρησίας τινὸς τῆς οὐ πρότερον οὔσης ἐλπίδος ἀντεποιήσατο, μίαν ἔσχεν ὑπόθεσιν κακοῦ τοὺς ἀδελφοὺς μὴ παραχωρεῖν τῶν πρωτείων, ἀλλʼ ἔχεσθαι τοῦ πατρός, ἤδη μὲν ἠλλοτριωμένου ταῖς διαβολαῖς, εὐμεταχειρίστου δʼ ὄντος εἰς ὅπερ ἐσπουδάκει, πολὺ χαλεπώτερον ἀεὶ γενέσθαι τοῖς διαβεβλημένοις. 16.82ἦσαν οὖν οὐ παρʼ αὐτοῦ μόνου οἱ λόγοι φυλαττομένου διʼ αὑτοῦ δόξαι τὰ τοιαῦτα καταμηνύειν, ἀλλὰ μᾶλλον ἐχρῆτο συνεργοῖς τοῖς ἀνυπόπτοις καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν βασιλέα πιστευθησομένοις αὐτὸ ποιεῖν. 16.83ἤδη δὲ πλείους ἐγεγόνεισαν οἱ κἀκεῖνον ἐφʼ οἷς ἠλπίκει θεραπεύοντες καὶ τὸν Ἡρώδην ἐκ τοῦ δοκεῖν κατʼ εὔνοιαν τὰ τοιαῦτα λέγειν ὑπαγόμενοι. καὶ τούτων πολυπροσώπως καὶ πιστῶς ἀλλήλοις συναγωνιζομένων ἔτι καὶ μᾶλλον αἱ παρὰ τῶν μειρακίων ἀφορμαὶ προσεγίνοντο· 16.84καὶ γὰρ καὶ δάκρυα πολλάκις ἦν κατʼ ἐπήρειαν ὧν ἠτιμάζοντο καὶ τῆς μητρὸς ἀνάκλησις καὶ τὸν πατέρα φανερῶς ἤδη πρὸς τοὺς φίλους οὐ δίκαιον ἐλέγχειν ἐπετήδευον, ἅπερ ἅπαντα κακοήθως ὑπὸ τῶν περὶ τὸν Ἀντίπατρον καιροφυλακούμενα καὶ μειζόνως πρὸς τὸν Ἡρώδην ἐξαγγελλόμενα προύβαινεν οὐ μικρὰν ἀπεργαζόμενα τὴν τῆς οἰκίας στάσιν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.78 Joseph. AJ 16.83 (English) >>Joseph. AJ 16.87

Powered by PhiloLogic